TLG 1166 001 :: APOLLODORUS :: Fragmenta APOLLODORUS Phil., Stoicus Fragmenta Citation: Fragment — (line) | ||
1 | Diog. Laërt. VII 39. τριμερῆ φασιν εἶναι τὸν κατὰ φιλοσο‐ φίαν λόγον· εἶναι γὰρ αὐτοῦ τὸ μέν τι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν. οὕτω δὲ πρῶτος διεῖλε Ζήνων ὁ Κιτιεύς——καὶ Ἀπολ‐ λόδωρος ὁ Ἔφιλλος ἐν τῷ πρώτῳ τῶν εἰς τὰ δόγματα εἰσαγω‐ | |
5 | γῶν——. ταῦτα δὲ τὰ μέρη ὁ μὲν Ἀπολλόδωρος τόπους καλεῖ etc. | |
---|---|---|
2 | Diog. Laërt. VII 41 (de ordine partium philosophiae locutus). ὁ δ’ Ἀπολλόδωρος δεύτερα τὰ ἠθικά (scil. τάττει). | |
3 | Diocles Magnes apud Diog. Laërt. VII 54. κριτήριον δὲ τῆς ἀληθείας φασὶ τυγχάνειν τὴν καταληπτικὴν φαντασίαν, τουτέστι τὴν ἀπὸ ὑπάρχοντος, καθά φησι Χρύσιππος——καὶ Ἀντίπατρος καὶ Ἀπολλόδωρος. | |
4 | Diog. Laërt. VII 150. σῶμα δέ ἐστι κατ’ αὐτοὺς ἡ οὐσία καὶ πεπερασμένη, καθά φησιν——καὶ Ἀπολλόδωρος ἐν τῇ φυσικῇ. καὶ παθητὴ δέ ἐστιν, ὡς ὁ αὐτός φησιν· εἰ γὰρ ἦν ἄτρεπτος, οὐκ ἂν τὰ γινόμενα ἐξ αὐτῆς ἐγίνετο. ἔνθεν κἀκεῖνός φησιν ὅτι τομὴ εἰς | |
5 | ἄπειρόν ἐστιν. | |
5 | Diog. Laërt. VII 140. φησὶ δὲ περὶ τοῦ κενοῦ Χρύσιππος μὲν ἐν τῷ περὶ κενοῦ καὶ ἐν τῇ πρώτῃ τῶν φυσικῶν τεχνῶν——καὶ Ἀπολλόδωρος. | |
6 | Diog. Laërt. VII 135. σῶμα δ’ ἐστί, φησὶν Ἀπολλόδωρος ἐν τῇ φυσικῇ, τὸ τριχῇ διαστατόν, εἰς μῆκος, εἰς πλάτος, εἰς βάθος. τοῦτο δὲ καὶ στερεὸν σῶμα καλεῖται. ἐπιφάνεια δ’ ἐστὶ σώματος πέρας ἢ τὸ μῆκος καὶ πλάτος μόνον ἔχον, βάθος δὲ οὔ. ——γραμμὴ | |
5 | δ’ ἐστὶν ἐπιφανείας πέρας ἢ μῆκος ἀπλατὲς ἢ τὸ μῆκος μόνον ἔχον. | |
στιγμὴ δ’ ἐστὶ γραμμῆς πέρας, ἥτις ἐστὶ σημεῖον ἐλάχιστον. | 259 | |
7 | Arius Didymus epit. phys. fr. 24 Diels (DG p. 460, 6. Stob. ecl. I p. 166, 24 W.). Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ τέχνῃ κίνησιν εἶναι μεταβολὴν κατὰ τόπον ἢ σχῆμα ἢ ὅλῳ ἢ [τοῖς] μέρεσι· σχέσιν δὲ συνοχὴν κατὰ τόπον ἢ σχῆμα καὶ τὸ ἴσχεσθαι τοιοῦτο· γένη δὲ | |
5 | κινήσεως εἶναι πρῶτα δύο, τήν τε κατ’ εὐθεῖαν καὶ τὴν ἐγκύκλιον. τούτων δὲ εἴδη γίγνεσθαι πλείονα. περὶ τὸ αὐτὸ δὲ κινήσεις γίγνε‐ σθαι πολλὰς καὶ ἐν τῷ αὐτῷ τόπῳ, οἷον περιπατεῖν καὶ τρέχειν μὴ ἐκβαίνοντα τὸν αὐτὸν τόπον, καὶ ἅμα κινεῖσθαι τήν τε ἐπ’ εὐθεῖαν καὶ τὴν εἰς τὰ πλάγια καὶ τὴν ἔμπροσθεν καὶ τὴν ὄπισθεν καὶ τὴν | |
10 | εἰς δεξιὰν καὶ ἀριστερὰν καὶ ἐγκύκλιον, καὶ ταχέως ἅμα καὶ βραδέως, καθάπερ ἐπὶ τῶν πλεόντων καὶ τῶν ὁμοίως τούτοις διακειμένων συν‐ τυγχάνειν. ὥσπερ δὲ παντὸς σώματος ἐλέγομεν μέρος εἶναι σῶμα καὶ πάσης ἐπιφανείας ἐπιφάνειαν καὶ πάσης γραμμῆς γραμμὴν καὶ παντὸς τόπου τόπον καὶ παντὸς χρόνου χρόνον, οὕτως καὶ πάσης κινήσεως κί‐ | |
15 | νησιν εἶναι ῥητέον καὶ πάσης σχέσεως σχέσιν κατὰ τὴν αὐτὴν ἀναλογίαν. | |
8 | Arius Didymus epit. phys. fr. 26 Diels (DG p. 461, 7. Stobaeus ecl. I p. 105, 8 W.). Ἀπολλόδωρος δ’ ἐν τῇ Φυσικῇ τέχνῃ οὕτως ὁρίζεται τὸν χρόνον· „χρόνος δ’ ἐστὶ τῆς τοῦ κόσμου κινήσεως διά‐ στημα· οὕτως δ’ ἐστὶν ἄπειρος, ὡς ὁ πᾶς ἀριθμὸς ἄπειρος λέγεται | |
5 | εἶναι· τὸ μὲν γάρ ἐστιν αὐτοῦ παρεληλυθός, τὸ δὲ ἐνεστηκός, τὸ δὲ μέλλον. ἐνεστάναι δὲ τὸν πάντα χρόνον ὡς τὸν ἐνιαυτὸν ἐνεστηκέναι λέγομεν κατὰ μείζονα περιγραφήν. καὶ ὑπάρχειν ὁ πᾶς χρόνος λέγε‐ ται, οὐδενὸς αὐτοῦ τῶν μερῶν ὑπάρχοντος ἀπαρτιζόντως.“ | |
9 | Diog. Laërt. VII 143. τὸ δὲ πᾶν λέγεται, ὥς φησιν Ἀπολ‐ λόδωρος, ὅ τε κόσμος καὶ καθ’ ἕτερον τρόπον τὸ ἐκ τοῦ κόσμου καὶ τοῦ ἔξωθεν κενοῦ σύστημα· ὁ μὲν οὖν κόσμος πεπερασμένος ἐστί, τὸ δὲ κενὸν ἄπειρον. | |
10 | Diog. Laërt. VII 142. ὅτι δὲ καὶ ζῷον ὁ κόσμος καὶ λογικὸν καὶ ἔμψυχον καὶ νοερὸν——καὶ Ἀπολλόδωρός φησιν ἐν τῇ φυ‐ σικῇ——ζῷον μὲν οὕτως ὄντα, οὐσίαν ἔμψυχον αἰσθητικήν· (ar‐ gumentum vide Chrys. fr. phys. 633). | |
11 | Diog. Laërt. VII 143. ὅτι τε εἷς ἐστι (scil. ὁ κόσμος) Ζήνων τέ φησιν ἐν τῷ περὶ τοῦ ὅλου καὶ Χρύσιππος καὶ Ἀπολλόδωρος ἐν τῇ φυσικῇ. | |
12 | Diog. Laërt. VII 157. ὁρᾶν δὲ 〈ἡμᾶσ〉 τοῦ μεταξὺ τῆς ὁράσεως | |
καὶ τοῦ ὑποκειμένου φωτὸς ἐντεινομένου κωνοειδῶς, καθά φησι Χρύ‐ σιππος——καὶ Ἀπολλόδωρος. γίνεσθαι μέντοι τὸ κωνοειδὲς τοῦ ἀέρος πρὸς τῇ ὄψει, τὴν δὲ βάσιν πρὸς τῷ ὁρωμένῳ· ὡς διὰ βακτη‐ | 260 | |
5 | ρίας οὖν τοῦ ταθέντος ἀέρος τὸ βλεπόμενον ἀναγγέλλεσθαι. | |
13 | Diog. Laërt. VII 84. τὸ δὲ ἠθικὸν μέρος τῆς φιλοσοφίας διαιροῦσιν. καὶ οὕτω δ’ ὑποδιαιροῦσιν οἱ περὶ Χρύσιππον——καὶ Ἀπολλόδωρον etc. | |
14 | Diog. Laërt. VII 102. οὐδέτερα δὲ ὅσα μήτε ὠφελεῖ μήτε βλάπτει, οἷον ζωή, ὑγίεια, ἡδονή, κάλλος, ἰσχύς, πλοῦτος, εὐδοξία, εὐ‐ γένεια· καὶ τὰ τούτοις ἐναντία, θάνατος, νόσος, πόνος, αἶσχος, ἀσθέ‐ νεια, πενία, ἀδοξία, δυσγένεια καὶ τὰ τούτοις παραπλήσια, καθά φησιν | |
5 | Ἑκάτων——καὶ Ἀπολλόδωρος ἐν τῇ ἠθικῇ καὶ Χρύσιππος. | |
15 | Diog. Laërt. VII 125. τὰς δὲ ἀρετὰς λέγουσιν ἀντακολουθεῖν ἀλλήλαις καὶ τὸν μίαν ἔχοντα πάσας ἔχειν· εἶναι γὰρ αὐτῶν τὰ θεω‐ ρήματα κοινά, καθάπερ Χρύσιππος—Ἀπολλόδωρος δὲ ἐν τῇ φυ‐ σικῇ κατὰ τὴν ἀρχήν. | |
16 | Diog. Laërt. VII 118. οὐδὲ μὴν λυπηθήσεσθαι τὸν σοφόν, διὰ τὸ τὴν λύπην ἄλογον εἶναι συστολὴν ψυχῆς, ὡς Ἀπολλόδωρός φησιν ἐν τῇ ἠθικῇ. | |
17 | Diog. Laërt. VII 121. κυνιεῖν τε αὐτόν (scil. τὸν σπου‐ δαῖον)· εἶναι γὰρ τὸν κυνισμὸν σύντομον ἐπ’ ἀρετὴν ὁδόν, ὡς Ἀπολ‐ λόδωρος ἐν τῇ ἠθικῇ. | |
18 | Diog. Laërt. VII 129. καὶ ἐρασθήσεσθαι δὲ τὸν σοφὸν τῶν νέων τῶν ἐμφαινόντων διὰ τοῦ εἴδους τὴν πρὸς ἀρετὴν εὐφυΐαν, ὥς φησι Ζήνων—καὶ Χρύσιππος——καὶ Ἀπολλόδωρος ἐν τῇ | |
ἠθικῇ. | 261 |